TLG 1305 003 :: DEMOCRITUS :: Fragmentum DEMOCRITUS Hist. Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 383–384. fr. 1 Citation: Fragment — (line) | ||
1(1t) | ΠΕΡΙ ΤΟΥ ΕΝ ΕΦΕΣῼ ΝΑΟΥ. | |
2t | E LIBRO PRIORE. | |
---|---|---|
1 | Athenaeus XII: Ἀπώλοντο δὲ καὶ Μά‐ γνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς ἐλεγείοις, καὶ Ἀρχίλοχος. Ἑά‐ λωσαν γὰρ ὑπὸ Ἐφεσίων. Καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφε‐ | |
5 | σίων Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ Περὶ τοῦ ἐν Ἐφέσῳ ναοῦ, διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων, γράφει καὶ τάδε· «Τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ’ ἴσα διειλημμέναι | |
10 | ζῴοις. Καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοὶ, οἱ δὲ ἁλουργεῖς. Καὶ καλασίρεις Κορινθιουργεῖς· εἰσὶ δὲ αἱ μὲν πορφυραῖ τούτων, αἱ δὲ ἰοβαφεῖς, αἱ δὲ | |
ὑακίνθιναι· λάβοι δ’ ἄν τις καὶ φλογίνας καὶ θαλασ‐ σοειδεῖς. Ὑπάρχουσι δὲ καὶ Περσικαὶ καλασίρεις, | 383 | |
15 | αἵπερ εἰσὶ κάλλισται πασῶν. Ἴδοι δ’ ἄν τις, φησὶ, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτε‐ λέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. Ἔστι δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· κατα‐ πέπλασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι | |
20 | πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ’ ἔχουσιν ἀνὰ μέσον.» Τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφε‐ | |
σίους ἐπιδόντας εἰς τρυφήν. | 384 |